Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 1 Οκτωβρίου 2014

ΕΥΧΗ ΔΙΑ ΤΗΝ ΕΙΡΗΝΗΝ ΤΟΥ ΚΟΣΜΟΥ





       "Εἰρήναρχε, Εἰρηνοφύλαξ καὶ Εἰρηνοποιὲ Λόγε τοῦ Οὐρανίου Πατρός, Ἰησοῦ Χριστέ, ὁ Ἄρχων τῆς εἰρήνης τοῦ κόσμου, ἧς οὐκ ἔστιν ὅριον, ὁ ἑνώσας ἐν τῷ προσώπῳ Σου τὰ τὸ πρὶν διεστῶτα, Θεόν τε καὶ ἄνθρωπον, ὁ ἐν τῷ θανάτῳ Σου ὅπλῳ εἰρήνης, καταλλαγῆς ἀμφιπλήγῳ μαχαίρᾳ, πλήξας τὸν πολέμιον ἐχθρὸν τῶν βροτῶν, ὁ ἐν τῇ Σῇ Ἀναστάσει εἰς ἑνὸς Σώματος κοινωνίαν καὶ μετοχὴν καὶ εἰς μιᾶς μάνδρας ἀδελφοποιοῦς καὶ φιλεταίρου, τουτέστιν τῆς Ἁγίας Ἐκκλησίας Σου, ἁρμογὴν τε καὶ ἕνωσιν ἔθνη καὶ φυλὰς τῆς οἰκουμένης καλέσας, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δούλων Σου δεομένων καὶ ποίησον ἡμᾶς τὴν μὲν ἐχθρίαν παροπλισθῆναι, τὴν δὲ φιλαδελφίαν καθοπλισθῆναι, ἵνα τὴν εὐποιΐαν τῆς ὁπλοποιΐας ἀντικαταλλαξάμενοι, εἰς ομόνοιαν τὴν διχόνοιαν μεταβάλωμεν.

Ἀξίωσον ἡμᾶς ἀγωνιζομένους πίστει θωρακισθῆναι, πάθη ἐνεδρεῦσαι, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους ἐπιδιῶξαι, καθελεῖν πᾶσαν φιλονικείαν, πᾶσαν φιλαπεχθημοσύνην, μῖσος τε αἱμόδιψον, διχοστασίαν, ὀλετῆρα  πόλεμον, ἔριδάς τε καὶ σχίσματα, ἵνα πορευθῶμεν εἰς ἑνότητα μετ' ἀλλήλων καὶ μετὰ Σοῦ, τοῦ μόνου Σωτῆρος τοῦ κόσμου. Ἰδιαιτέρως παρακαλοῦμέν Σε, Κύριε, κάθελε τὴν δαΐφρονα μανίαν τῶν φιλοπολέμων, μνήσθητι τῶν ἐν αἰχμαλωσίᾳ καὶ πολέμῳ εὑρισκομένων ἀδελφῶν ἡμῶν χριστιανῶν, τῶν διωκομένων, φυλακιζομένων καὶ ὁμολογούντων τὸ Πανάγιον Ὄνομά Σου ἐν Συρίᾳ καὶ Μέσῃ Ἀνατολή, ἐν Ἀραβίᾳ, ἐν Περσίᾳ, καὶ ἀλλαχοῦ· φύλαξον καὶ σῶσον αὐτούς τε καὶ ἡμᾶς ἱκεσίαις τῆς Μεγάλης καὶ μόνης τελεσφόρου πρέσβιδος τῆς παγκοσμίου εἰρήνης Γοργοϋπηκόου Παναγίας καὶ Παναχράντου Μητρός Σου. Σὺ γὰρ εἶ ὁ τῆς γαλήνης καὶ τῆς εἰρήνης Ἀρχηγός, ὁ τοὺς ἀνθρώπους πάντας ὁμαίμους ποιῶν ἐν τῇ μεταλήψει τοῦ Πανακηράτου Σου Αἵματος, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων". 
ΑΜΗΝ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου