Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 16 Δεκεμβρίου 2012

-|-
ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ.Δεκεμβρίου
Μνήμη τού αγίου Προφήτου Δανιήλ καί τών αγίων τριών Παίδων, Ανανίου, Αζαρίου καί Μισαήλ, καί τού έν αγίοις Πατρός ημών Διονυσίου τού νέου, Αρχιεπισκόπου Αιγίνης, τού Θατματουργού, τού έκ τής νήσου Ζακύνθου.

Ἀπολυτίκιον
Ἦχος β’.

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος

ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντωv ποιμήv, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἰκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Δόξα πατρι.

Τού Ιεραρχου.

Ἀπολυτίκιον.
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τῆς Ζακύνθου τὸv γόνον καὶ Αἰγίvης τὸν πρόεδρον, τὸv φρουρὸν μονῆς τὼv Στροφάδωv, Διοvύσιοv ἅπαντες, τιμήσωμεv συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικριvῶς· Tαῖς λιταῖς τοὺς τὴv σὴν μνήμην ἐπιτελοῦντας σῶσον καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖv, πρέσβυν ἀκοίμητον.

Καί. νύν.

Θεοτοκίον.

Τού Γαβριήλ φθεξαμένου σοί,Παρθένε τό χαίρε,σύν τή φωνή εσαρκούτο,ό τών όλων Δεσπότης,έν σοί τή αγία κιβωτώ, ώς έφη ό δίκαιος Δαυΐδ° εδείχθης πλατυτέρα τών ουρανών, βαστάσα τόν Κτίστην σού. Δόξα τώ ενοικήσαντι έν σοί° δόξα τώ προελθόντι έν σού° δόξα τώ ελευθερώσαντι ημάς, διά τού τόκου σου.

Κοντάκιον
Ἦχος πλ. β’ . Αὐτόμελον.

Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ᾽ ἀγράφῳ οὐσίᾳ θωρακισθέvτες, τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλογός, ἀvυποστάτου ἱστάμεvοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνοv ὦ οἰκτίρμωv, καὶ σπεῦσον ὡς ἐλεήμωv, εἰς τὴv βοήθειαν ἡμῶv, ὅτι δύνασαι βουλόμενος.

Ὁ Οἶκος

Ἐκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς, ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Συναξάριον.

Τή ΙΖ' τού αυτού μηνός μνήμη τών αγίων τριών Παίδων καί Δανιύλ τού Προφήτου.

Στίχ. Ὕπαρ, Θεέ, βλέπει σε νῦν ἐπὶ θρόνου,
Τμηθεὶς Δανιήλ, οὐκ ὄναρ καθὼς πάλαι.

Εἰ μὴ θανεῖν τρεῖς Παῖδες ἤρων ἐκτόπως,
Ὡς τοῦ πυρὸς πρίν, ἦρχον ἂν καὶ τοῦ ξίφους.

Ἑβδομάτῃ δεκάτῃ Δανιὴλ τάμον, ὃς βλέπει μέλλον.

Τή αυτή ημέρα μνήμη τών αγίων Μαρτύπων, Πατερμουθίου, Κόπρι, καί Αλεξάνδρου, μαρτυρησάντων επί Ιουλιανού τού Παραβάτου. Καί μνήμη τού Οσίου καί αειμνήστού ομολογητού Δουναλέ, τού μετονομασθέντος Στεφάνου.

Στίχ. Kοινωνός ώφθην και βίου σοι και ξίφους,
Πάτερ Πατερμούθιε κραυγάζει Kόπρις.

Αγώνος Aλέξανδρε διπλού λαμβάνεις,
Ασκήσεως τομής τε διπλά και στέφη.

Στολαῖς Στέφανος ἀρετῶν ἐστεμμένος,
λαμπρός τις ἥκει πρὸς στεφάνους τοὺς ἄνω.

Τή αυτή ημέρα μνήμη τού αγίου Μάρτυρος Ιάκχου.

Στίχ. ῎Ιακχε, κρατύνθητι· καὶ τμηθεὶς κάραν,
τμηθεῖσιν ἐγγράφηθι, καὶ στέφου κάραν.

Τή αυτή ημέρα μνήμη τού έν αγίοις Πατρός ημών Διονυσίου τού νέου Αρχιεπισκόπου Αιγίνης, τού Θατματουργού, τού έκ τής νήσου Ζακύνθου.

Στίχ. Λιπὼν τὰ τῆς γῆς, νῦν κατοικεῖ ἐν πόλῳ,
κλέος Ζακύνθου Διονύσιος νέος.

Ταίς αυτών αγίαις πρεσβείαις ό Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου