Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 18 Δεκεμβρίου 2012

-|- ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Δεκεμβρίου. Μνήμη τού αγίου Μάρτυρος Βανιφατίου.

-|- ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Δεκεμβρίου. Μνήμη τού αγίου Μάρτυρος Βανιφατίου.

Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Μαρτύρων τὴν εὔκλειαν ἰχνηλατήσας θερμῶς, Χριστὸν ὡμολόγησας ἐπὶ ἀπίστων στερρῶς, σοφὲ Βονιφάτιε· ὅθεν καθάπερ πλοῦτον ἀδαπάνητον, μάρτυς, δέδωκάς σου τὸ σῶμα τῇ σεμνῇ Ἀγλαΐᾳ· ἐξ οὗ τῷ κόσμῳ πηγάζει ῥώσις καὶ ἔλεος.

Δόξα πατρί. Καί νύν.

Θεοτοκίον. Ήχος. δ'


Τό άπ'αιώνος απόκρυφον, καί Αγγέλοις άγνωστον μυστήριον, διά σού Θεοτόκε, τοίς επί γής πεφανέρωται° Θεός έν ασυγχύτω ενώσει σαρκούμενος, καί Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος° δι'ού αναστήσας τόν πρωτόπλαστον, έσωσεν έκ θανάτου τάς ψυχάς ημών.

Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ἱερεῖον ἄμωμον, ἐθελουσίως, σεαυτὸν προσήγαγες, τῷ ἐκ Παρθένου διὰ σέ, τεχθῆναι μέλλοντι Ἅγιε, στεφανηφόρε σοφὲ Βονιφάτιε.

Ὁ Οἶκος.

Ἀνατολῆς ὥσπερ ἀστήρ, τοὺς μάγους ἐκ Περσίδος, οὕτω σε θεία νεῦσις ἐκ δυσμῶν ὡδήγησε θεόφρον, τεχθῆναι ἐν Σπηλαίῳ, τῷ εὐδοκήσαντι Χριστῷ προσκυνῆσαι ὡς Βασιλεῖ ἁπάσης τῆς κτίσεως, καὶ τούτῳ δῶρα προσαγαγεῖν, ὡς λίβανον καὶ σμύρναν καὶ χρυσόν, Πίστιν Ἀγάπην καὶ Ἐλπίδα. Ὅθεν σαυτὸν ὁλόκληρον προσήγαγες αὐτῷ ἄμωμον δῶρον, τῷ Τυράννῳ δικαστῇ, ἐν παρρησίᾳ κράζων καὶ βοῶν· Χριστοῦ μου δοῦλος ὑπάρχω, στεφανηφόρε σοφὲ Βονιφάτιε.

Συναξάριον.

Τή ΙΘ' τού αυτού μηνός μνήμη τού αγίου Μάρτυρος Βονιφατίου.

Στίχ. Ζητῶν Βονιφάτιος ὀστᾶ Μαρτύρων.
Ἑαυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.

Ἐννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.

Τή αυτή ημέρα μνήμη τών αγίων Μαρτύρων Ηλία, Πρόβου καί Άρεως.

Στίχ.Ἀθλήσεως τμηθέντα τῷ ξίφει κάραν,
Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.

Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,
Ἄρης νοητός, ὅπλα πίστεως φέρων.

Τή αυτή ημέρα μνήμη τών αγίων Μαρτύρων Τιμοθέου καί Ππλυτεύκτου.

Στίχ. Τιμόθεον δέ, τὸν πεπυρπολημένον,
Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;

Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;
Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.

Τή αυτή ημέρα μνήμη τών αγίων Μαρτύρων Ευτηχίου καί Θεσσαλονίκης* καί τών σύν αυτοίς Ανδρών διακοσίων, καί Γυναικών εβδομήκοντα, διά ξίφους τελειωθέντων.

Στίχ. Σὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,
Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.

Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Ἀνεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.

Τή αυτή ημέρα μνήμη τού Οσίου Πατρός ημών Γρηγεντίου, Επισκόπου Αιθιοπίας.

Στίχ. Σαρκὸς λιπὼν σύνδεσμον ὁ Γρηγέντιος,
Ἐκεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.

Τή αυτή ημέρα μνήμη τού αγίου Μάρτυρος Τρύφωνος.

Στίχ. Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,
Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.

Ταίς αυτών αγίαις πρεσβείαις ό Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου